previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησίν I 236 K':'
εἰ δ᾽ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε
μάχεσθαι,
καὶ βατὶς αὐτῶν ἡγεῖτ᾽ ὀπτὴ μεγάλη καὶ πλευρὸν
ὕειον,
τοὺς μὲν ἄρ᾽ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ
Νόθιππον ἑκόντα.
εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
ὅτι δὲ οὗτός ἐστιν ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις I 214 K'.' Μυννίσκος τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως I 642 K':'
ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι.
θ᾽ οὔθ᾽ ὡς φίλος Μυννίσκος ἔσθ᾽ Χαλκιδεύς.
Β. καλῶς λέγεις.
καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δ᾽ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ I 30 K':'
Λάμπωνα, τὸν οὐ βροτῶν
ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν,
ἐπιφέρει:
νῦν δ᾽ αὖθις ἐρυγγάνει.
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κᾂν μάχοιτο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: