previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν τῆς τραγῳδίας ποιητής: ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δ᾽ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ v. 804',' Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι I 685 K' 'ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος Σωκρατικὸς ὀψοφάγος ἦν: ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, ... γράφει δὲ οὕτως Δελφός FHG IV 416':' ‘Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ‘ὁρᾷς οὖν, εἶπεν, Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος.' Ἀντιφάνης δ᾽ ἐν Αὐλητρίδι Διδύμαις Φοινικίδην τινὰ ἐπ᾽ ὀψοφαγίᾳ κωμῳδῶν φησιν II 30 K':'
<μὲν> Μενέλαος ἐπολέμησ᾽ ἔτη δέκα
τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,
Φοινικίδης δὲ Ταυρέᾳ δι᾽ ἔγχελυν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: