Εὔθυνος δ᾽ ἔχωνΕὔφρων δὲ ἐν Μούσαις ῾IV 491 M':'
σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος
ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ᾽ ὅ τι:
Φοινικίδης δὲ Ταυρέας θ᾽ ὁ φίλτατος,
ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,
ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι
ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.
κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε,
ὡς οὐ βιωτόν ἐστιν οὐδ᾽ ἀνασχετὸν
τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας
ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,
ὄψου δὲ μηδὲν .... εἰσπλεῖν μηδὲ γρῦ.
τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ
νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν
τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν
τοὺς ἁλιέας, καὶ <δὴ> Διογείτων νὴ Δία
ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,
κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.
γάμοι δ᾽ ἐκεῖνοι καὶ πότοι νεανικοὶ
ἦσαν .....
Φοινικίδης δ᾽ ὡς εἶδεν ἐν πλήθει νέων
μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων,
ἐπίσχετ᾽ ὀργῇ χεῖρας ἠρεθισμένας:
‘τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;
τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι;
ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία;
ἴτω πρὸς ἡμᾶς, καὶ τάχ᾽ <ἂν> οὐδὲν μεταλάβοι.'