previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶδα δὲ καὶ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε fr. 12 Koepke':' τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν: ὡσαύτως οὖν καὶ ἔστιν ἰδεῖν τοῦτ᾽ εἶναι ὀπτόν: ὥστ᾽ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ ὤμοσεν μήτ᾽ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ᾽ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ᾽ αὐτὸς ἔλαβεν οὔτ᾽ ἄλλον ἔχοντα οἶδεν: εἰλήφει μὲν γὰρ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ p. 245 L':'
Ζεύς μ᾽ ἐκάλεσε, Πέλοπί γ᾽ ἔρανον ἑστιῶν.
Β. παμπόνηρον ὄψον, 'τάν, γέρανος.
Α. ἀλλ᾽ οὔτι γέρανον, ἀλλ᾽ ἔρανόν <γά> τοι λέγω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: