previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡγήσανδρος δ᾽ ἐν τοῖς ὑπομνήμασι FHG IV 416' 'τάδε φησὶ περὶ αὐτοῦ: ‘Δωρίων ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντοςἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.' αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων FHG III 310' 'φησί: ‘Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃςοὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.' ὅτι δ᾽ ἦν Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι II 442 K':'
οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρ᾽ ἡμῖν λοπαδοφυσητής.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: