Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΟΡΚΥΝΟΣ. Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς
ὀρκύνους ἐκ τῆς περὶ Ἡρακλέους στήλας θαλάσσης
περαιουμένους εἰς τὴν καθ᾽ ἡμᾶς ἔρχεσθαι θάλασσαν:
διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει: κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν
διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις
ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους
τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω Ἡρακλείων στηλῶν
ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ᾽ αὑτὰ ταριχεύεται, ὡς
καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ
λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα
τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ
δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.