previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΛΑΒΡΑΚΕΣ. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ p. 310 R',' μονήρεις εἰσὶ καὶ σαρκοφάγοι. γλῶσσαν δ᾽ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον: ἐν δὲ πέμπτῳ ζῴων μορίων p. 543 b 3' 'τίκτειν αὐτοὺς καθάπερ τοὺς κεστρεῖς καὶ χρυσόφρυας μάλισθ᾽ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς. Ἱκέσιος δέ φησιν ὅτι οἱ λάβρακες εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται. ὠνομάσθη δ᾽ ἰχθὺς παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν. διὸ καὶ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί I 543 K':'
λάβραξ πάντων ἰχθύων σοφώτατος.
Ἀλκαῖος δ᾽ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι fr. 107 B4'.' δὲ σοφὸς Ἀρχέστρατος fr. 53 R':'
λάμβανε δ᾽ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι,
κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.
εἰσὶ γὰρ ἐνθάδ᾽ ἄριστοι: γὰρ τόπος ἐστὶ τοιοῦτος.
πιότεροι δ᾽ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ
Ἀμβρακίᾳ τ᾽ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ᾽ ἐνὶ λίμνῃ:
ἀλλ᾽ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν
οὐδ᾽ οὕτω δριμεῖαν. ἐκεῖνοι δ᾽ εἰσίν, ἑταῖρε,
τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ᾽ αὐτοὺς ἀλεπίστους
ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε δίχ᾽ ἅλμης.
μηδὲ προσέλθῃ σοί ποτε τοὔψον τοῦτο ποιοῦντι
μήτε Συρακόσιος μηθεὶς μήτ᾽ Ἰταλιώτης.
οὐ γὰρ ἐπίστανται χρηστῶς σκευαζέμεν ἰχθῦς,
ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα
ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ.
τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων
πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι
καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: