αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν
τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
δεινὴ ἀπ᾽ ἀθανάτων: τὸ γάρ ἐστιν νέκταρος ἄνθος.
τούτου δ᾽ <οὐ> θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
οὐδ᾽ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ
ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΑΠΡΟΣ καὶ ΚΡΕΜΥΣ. Ἀριστοτέλης ἐν τῷ
περὶ ζῴων φησί ῾p. 296 R':' ‘τὰ δὲ ἀνόδοντα καὶ λεῖα
ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ
σκληρότατα, τραχύδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα
ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα
ὡς σάλπη.' τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων
καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν ῾fr. 23 R':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.