κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργονἰούλους δ᾽ <ὁ> αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων ῾fr. 1 B':'
πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ᾽ ἄκρα
δήεις αἰγιαλοῖο γεώλοφα: οἳ μὲν ἴουλοι
κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
ἀμμώδεις κλύζωνται ἐπ᾽ ἄκρῃ κύματος ἀγῇ,
ἔνθεν ὀρύξασθαι θέμεναί τ᾽ εἰς ἄγγος ἀολλεῖς.