previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ᾽ οὗ φησιν Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως h. an. 602 a 25':' ‘οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν: ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ᾽ ἡλίκον ἀράχνης. τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος: καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.' καὶ Θεοδωρίδας δέ φησι anth. I. 521 B':'
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
Πολύβιος δ᾽ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν c. 8 H' 'περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. [εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: