previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρατεθεισῶν οὖν ΑΜΙΩΝ ἔφη τις: ‘ταύτας Ἀριστοτέλης ἱστορεῖ p. 301 R' 'τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ᾽ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι I 683 K' 'λέγων οὕτως:
ὅτε δ᾽ ἦσθες %5 ἀμίας παχείας.
καὶ Ἐπίχαρμος δ᾽ ἐν Σειρῆσιν p. 251 L':'
πρωὶ μέν γ᾽ ἀτενὲς ἀπ᾽ ἀοῦς ἀφύας ἀπεπυρίζομες
στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
καὶ γλυκύν γ᾽ ἐπ᾽ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ
τάλας.
Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ
τῶν κακῶν.
Α. καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο
διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς
σκορπίοι τε.
Ἀριστοτέλης δὲ p. 301 R' 'παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις: ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: