previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὁμήρου δὲ εἰπόντοςτείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύεσ᾽ ἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος fr. 101 B4':'
πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.
οἱ δ᾽ Ἀττικοί, καθὼς Τρύφων φησί fr. 21 V',' τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦυτὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. γοῦν Ἀριστοφάνης ἐν μὲν Ἀχαρνεῦσι 889':'
σκέψασθε ῾φησἴ παῖδες τὴν κρατίστην ἔγχελυν.
καὶ ἐν Λημνίαις I 487 K':'
ἔγχελυν Βοιωτίαν.
τὴν δ᾽ εὐθεῖαν ἐν Δαιταλεῦσι I 447 K':'
καὶ λεῖος ὥσπερ ἔγχελυς.
καὶ Κρατῖνος ἐν Πλούτοις I 63 K':'
θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
τὰς μέντοι πληθυντικὰς οὐκ ἔθ᾽ ὁμοίως τῷ ποιητῇ. Ἀριστοφάνης Ἱππεῦσιν 864':'
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
καὶ δευτέραις Νεφέλαις 559':'
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
ἐν Σφηξὶ δὲ δοτική 510':'
οὐ χαίρω δὲ βατίσιν, οὐδ᾽ ἐγχέλεσιν.
Στράττις δ᾽ ἐν Ποταμίοις ἔφη I 722 K':'
ἐγχέλεων ἀνεψιός.
Σημωνίδης δ᾽ ἐν ἰάμβοις II 453 B4':'
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
καὶ τὴν αἰτιατικήν:
ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντ᾽ ἀφείλετο.
Ἀριστοτέλης δ᾽ ἐν τοῖς περὶ ζῴων διὰ τοῦιἔγχελις εἴρηκεν. ὅταν δ᾽ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ 864':'
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας:
ὅταν γὰρ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν:
ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι: καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς,
σαφῶς δηλοῖ ὅτι ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται. ἔνθεν καὶ τοὔνομα εἰςυςἐπερατώθη. καὶ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη:
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες.
ἰδικώτερον δὲ καὶ κατ᾽ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: