previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μαγείρων μὲν ἅλις: περὶ δὲ τοῦ γόγγρου λεκτέον. Ἀρχέστρατος μὲν γὰρ ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος αὐτοῦ δεῖ συνωνεῖσθαι διηγεῖται οὕτως fr. 16 R':'
γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι
πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα:
εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ:
ἑξῆς τε περὶ τῶν κατ᾽ Ἰταλίαν τόπων διεξιὼν πάλιν καλὸς οὗτος περιηγητής φησιν fr. 17 R':'
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτον
τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ
θύννος πιότατος τῶν φαυλοτάτων κορακίνων.
Ἄλεξις ἐν Ἑπτὰ ἐπὶ Θήβαις II 323 K':'
γόγγρου δ᾽ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
ὑπεργέμοντα.
Ἀρχέδικος δ᾽ ἐν Θησαυρῷ παράγει τινὰ μάγειρον λέγοντα, περὶ ὧν ὠψώνηκεν αὐτός IV 436 M':'
δραχμῶν τριῶν γλαυκίσκον ..........
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ᾽: ταλαιπώρου βίου.
δραχμῆς τραχήλους: ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ᾽ ἀπηγξάμην:
οὐθεὶς δεδιακόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ᾽ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
κατέδοντ᾽ ἐκεῖνοι᾽, τοῦτο πρὸς ἐμαυτὸν λέγω,
διαπυτιοῦσ᾽ οἶνον δὲ τοιοῦτον χαμαί.'
οἴμοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: