previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλαζονικὸν δ᾽ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι. παράγει δὲ μάγειρον λέγοντα IV 479 M':'
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν᾽ ἐστίν: λέγων φαίνου τι δὴ
καινὸν παρὰ τοὺς ἔμπροσθεν μὴ κόπτε με.
Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν
ἔχων περίζωμ᾽, ἀλλ᾽ ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα:
εἴδη λαχάνων ὅσ᾽ ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω:
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστ᾽ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς
τὰ βάπτ᾽ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν:
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
Β. τὰ πάρεργά μου ταῦτ᾽ ἔστιν. ἢν δὲ δὴ λάβω
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ᾽ ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ᾽ ὄψει πάλιν.
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί:
δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετ᾽ ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖν᾽ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς:
πολλοὺς ἐγὼ σφόδρ᾽ οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασ᾽ ἕνεκ᾽ ἐμοῦ τὰς οὐσίας.
πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων fr. 53 B4',' αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: