previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς ἵμερός μ᾽ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.
νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ᾽ ἔστ᾽ εὐημερεῖν
ἐν ἅπασιν: ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι,
οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον
τυροῖσιν οὐδ᾽ ἄνωθεν ἐξηνθισμένον,
ἀλλ᾽ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν.
οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ
ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ...
ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ
τοῦ καταπιεῖν μεῖζόν τι: περιτρέχει κύκλῳ
τηροῦσα τοῦτο, καταπιεῖν δ᾽ ἐσπούδακεν,
ἕτεραι διώκουσιν δὲ ταύτην: ταὐτὸν ἦν.
τὴν ἡδονὴν πρῶτος αὐτῶν καταμαθὼν
τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ
τὴν λοπάδ᾽ ἔχων, ἄλλοι δ᾽ ἐδίωκον κατὰ πόδας.
ἐξῆν ὀλολύζειν: οἳ μὲν ἥρπασάν τι γάρ,
οἳ δ᾽ οὐδέν, οἳ δὲ πάντα. καίτοι παρέλαβον
ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον.
εἰ δ᾽ ἔλαβον ἄρτι σκάρον 'κ τῆς Ἀττικῆς
γλαυκίσκον, Ζεῦ σῶτερ, 'ξ Ἄργους κάπρον
'κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς
φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν,
ἅπαντες οἱ φαγόντες ἐγένοντ᾽ ἂν θεοί.
ἀθανασίαν εὕρηκα: τοὺς ἤδη νεκροὺς
ὅταν <μόνον> ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: