previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΑΤΙΣ. ΒΑΤΡΑΧΟΣ. ΒΑΤΟΣ. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων p. 296 R' 'καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ᾽ ἐν Κόλαξί φησι I 303 K':'
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
καὶ γυναῖκες εἱλίποδες.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ p. 232 L':'
ἦν δὲ νάρκαι <καὶ> βατίδες, ἦν δὲ ζύγαιναι,
πρήστιες,
κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι p. 245 L':'
τὰς πλευρὰς οἷόν περ βατίς,
τὰν δ᾽ ὀπισθίαν ἔχησθ᾽ ἀτενὲς οἷόν περ βάτος,
τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιός τε οὐ.
Σαννυρίων δ᾽ ἐν Γέλωτι I 793 K':'
βατίδες, γλαύκων κάρα.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων h. an. p. 540 b 17' 'σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν, νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ. Σώφρων δ᾽ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις fr. 62 Bo':' ‘κέστραι βότιν κάπτουσαι᾽: καὶ μήποτε βοτάνην τινὰ λέγει. περὶ δὲ τοῦ βατράχου συμβουλεύει σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε fr. 12 R':'
βάτραχον ἔνθ᾽ ἂν ἴδῃς, ὀψώνει .......
................. καὶ γαστρίον αὐτοῦ
σκεύασον ..
περὶ δὲ τῆς βατίδος fr. 49 R':'
καὶ βατίδ᾽ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
καὶ ταύτῃ τυρὸν καὶ σίλφιον: ἅττα τε σάρκα
μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
Ἔφιππος δ᾽ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι II 262 K':' ἑταίρας δ᾽ ὄνομα Φιλύρα:
πότερον ἐγὼ
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: