previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΘΡΑΙΤΤΑΙ. ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατὰ τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθηναίων ταυτὶ πεποίηκεν I 684 K':' ‘ἀποδοῦναι δ᾽ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου <τὸν> τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ Ὠρεοῦ.' ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, ἃς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται. ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὰ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ: ποιητὴς δ᾽ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας: λέγει δ᾽ οὕτως II 438, 40 K':'
μύλλος, λεβίας, σπάρος, αἰολίας,
θρᾷττα, χελιδών, καρίς, τευθίς.
Δωρόθεος δ᾽ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δ᾽ οὐδ᾽ ἔστι τὸ [τῆς θρᾴττης] ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν. ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούγρῳ λέγων οὕτως II 144 K':'
καὶ συμπαίζειν κορακινιδίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων.
καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ II 103 K':'
δήμου δ᾽ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι
τὸ λοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
Β. τί δῆτα τοῦτο; Α. θρᾷτταν ψῆττάν τιν᾽
μύραιναν κακόν τί μοι δώσει μέγα
θαλάττιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: