ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ ῾p. 235 L':'Νουμήνιος ἐν Ἁλιευτικῷ ῾fr. 10 B':'
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
ὄνους.
χάννους τ᾽ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.μνημονεύει δ᾽ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν ῾p. 296 R' 'ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.