previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ p. 234 L':'
ἦν δ᾽ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
λέγει δέ τινας καὶ ὕας διὰ τούτων p. 237 L':'
χαλκίδες θ᾽ ὕες τε ἱέρακές τε χὠ πίων κύων,
εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δ᾽ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις fr. 13 B':'
κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε.
καὶ Διονύσιος δ᾽ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ᾽ ὀψοδαίδαλος fr. 44 R':'
ἐν δ᾽ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
ἥδυσμ᾽, ἀλλ᾽ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς,
δριμὺ διεὶς ὄξος: κᾆτ᾽ ἔμβαπτ᾽ εὖ καὶ ἐπείγου
οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
τὴν λοφιὰν δ᾽ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
μήποτ᾽ οὖν καὶ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ fr. 11 B':'
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: