previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΤΕΥΘΙΣ. Ἀριστοτέλης εἶναί φησι p. 323 R' 'καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δ᾽ ἄνω μείζους: καὶ τῶν προβοσκίδων δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ᾽ ὠχρόν: καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες.

ΤΕΥΘΟΣ. δὲ τεῦθος p. 324 R' 'μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει: γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ ε# μορίων p. 550 b 14' 'βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν. Ἀρχέστρατος δ᾽ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών [πλεύσας] φησι fr. 43 R':'

τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
Βαφύρα: καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον II 323 K':'
τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
κρεᾴδι᾽, ἐντερίδια: ἀλλὰ τὰς μὲν τευθίδας,
τὰ πτερύγι᾽ αὐτῶν συντεμών, στεατίου
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
καὶ πέμμα δέ τι τευθίδα ὀνομάζειν Ἰατροκλέα ἐν Ἀρτοποιικῷ φησι Πάμφιλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: