ΤΑΙΝΙΑΙ. καὶ τούτων Ἐπίχαρμος μέμνηται῾p. 234 L':'
καὶ ταὶ φίνταταιΜίθαικος δ᾽ ἐν Ὀψαρτυτικῷ ‘ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.' πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δ᾽ Εὔπολις ἐν Προσπαλτίοις λέγῃ ῾I 323 K':'
ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.
μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις,τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς αἱ γυναῖκες περιδέονται.