previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ φησί p. 235 L':'
πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες.
τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δ᾽ ἐν τοῖς ἰάμβοις εἰπόντος fr. 68 B4' '‘σηπίης ὑπόσφαγμα᾽ οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως: ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς.' καὶ Γλαῦκος δ᾽ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει: ‘ὑπόσφαγμα δ᾽ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα.' δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν fr. 39 R':'
σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ᾽ ἐνὶ μέσσῃ.
Ἀριστοφάνης Θεσμοφοριαζούσαις I 473 K':'
ἰχθὺς ἐώνηταί τις σηπίδιον:
καὶ ἐν Δαναίσιν I 454 K':'
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
Θεόπομπος Ἀφροδίτῃ I 734 K':'
ἀλλ᾽ ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
τὸ πουλυπόδειον.
περὶ δὲ ἑψήσεως σηπιδίων Ἄλεξις ἐν Πονήρᾳ παράγει μάγειρον τάδε λέγοντα II 367 K':'
σηπίαι τόσους
δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
τὸ δ᾽ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: