previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΚΟΡΠΙΟΣ. Διοκλῆς ἐν πρώτῳ τῶν πρὸς Πλείσταρχον Ὑγιεινῶν τῶν μὲν νεαρῶν φησιν ἰχθύων ξηροτέρους εἶναι τὰς σάρκας σκορπίους, κόκκυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξηροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροί εἰσιν. Ἱκέσιος δέ φησι: ‘τῶν σκορπίων μέν ἐστι πελάγιος, δὲ τεναγώδης. καὶ μὲν πελάγιος πυρρός, δ᾽ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι. χονδρώδεις γάρ εἰσι.' τίκτει δ᾽ σκορπίος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων p. 543 a 7'.' Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ fr. 18 B':'
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον πέρκαισι καθηγητὴν μελάνουρον.
ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων ζωικῶν p. 315 R'.' Ἐπίχαρμος δ᾽ ἐν Μούσαις ποικίλον εἶναί φησι τὸν σκορπίον p. 234 L':'
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
μονήρης δ᾽ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων 543 a 7. b 5' ' Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει. ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει: ὅτι καὶ σκόρπαιναν καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. δ᾽ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι λέγει fr. 42 R':'
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν
μὴ μείζων πυγόνος: μεγάλου δ᾽ ἀπὸ χεῖρας ἴαλλε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: