previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λέγεται δ᾽ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν, ἐν αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης 544 a 6':' ‘πουλύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας. ἐστὶ δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ. ἐπῳάζει δὲ ὅταν τέκῃ: διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον. ἀποτίκτει δ᾽ Arist. 549 b 31' ' μὲν πουλύπους εἰς θαλάμας εἰς κεράμιον τι ἄλλο τοιοῦτο κοῖλον. καὶ μεθ᾽ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά. δὲ θῆλυς p. 550 b 4' 'πουλύπους ὁτὲ μὲν <ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ δ᾽> ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.' Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας fr. 173 W' 'τὸν πολύποδά φησι τοῖς πετρώδεσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν. ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων fr. 171, 4 W' 'οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν. ἐν δὲ τῷ περὶ τῶν κατὰ τόπους διαφορῶν Θεόφραστος πολύποδας οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον fr. 173 W'.' ψυχρὰ γὰρ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ᾽ ἀμφότερα πολέμια πολύποδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: