ἀνάλογον: παρὰ τὸ ποὺς γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι ῾fr. 1 N' 'ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικόν: Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ ῾I 436 K':'ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιὀ
<καὶ> ταῦτ᾽ ἔχοντα πουλύπους καὶ σηπίας.καὶ πάλιν:
τὸν πουλύπουν μοι ἔθηκε.καὶ πάλιν:
πληγαὶ λέγονται πουλύπου πιλουμένου.Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις ῾I 756 K':'
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.Ἀμειψίας Κατεσθίοντι ῾I 671 K':'
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.Πλάτων Παιδίῳ ῾I 626 K':'
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.Ἀλκαῖος ῾I 764 K':'
ἔδω δ᾽ ἐμαυτὸν ὡς πουλύπους.οἳ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις ῾I 284 K':'
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.