previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότιλήψομαι τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ᾽ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ᾽ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.' ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν: καὶ οἱ ὄντες δὲ μετ᾽ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ᾽ αὐτῷ τὰ δέοντ᾽ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ᾽ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι: καὶ εἴ τινα αἴσθοιτο ἐπιβουλεύοντα αὑτῷ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: