previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτων δ᾽ ἐν ἕκτῳ Νόμων φησί p. 776 c':' ‘τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ᾽ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ᾽ <ὡς> οὐκ εὖ γεγονυῖά ἐστιν: ἐλάττω δὲ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι τὸ Θετταλῶν τ᾽ αὖ πενεστικὸν ἔθνος. εἰς καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης: οὐ δεῖ γὰρ οὐδὲν [ὑγιὲς] πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. δὲ σοφώτατος τῶν ποιητῶν φησιν:

ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς
ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.

χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ [κλοπῶν] ἔργα καὶ παθήματα: πρὸς τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα εἰς δύναμιν, τρέφειν δ᾽ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ᾽ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ᾽ οὖν θηλείαις μήτε ἄρρεσιν: δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: