previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ποσειδώνιος δέ φησιν ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ FHG III 257' '‘πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ᾽ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι᾽ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτῳ τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ᾽ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ.' τάχ᾽ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε fr. 73 M':'
δωροφόροι καλεοίαθ᾽ ὑποφρίσσοντες ἄνακτας.
λέγει δὲ καὶ Καλλίστρατος Ἀριστοφάνειος FHG IV 355',' ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς [ἀπὸ] τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ᾽ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ᾽ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ᾽ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον: διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. Ἔφορος δ᾽ ἐν γ# ἱστοριῶν FHG I 242':' ‘κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ᾽ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ᾽ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους. Σωσικράτης δ᾽ ἐν δευτέρῳ Κρητικῶν FHG IV 501' '‘τὴν μὲν κοινήν, φησί, δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους.' τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δ# Κρητικῶν FHG IV 399'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: