previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διευχίδας δ᾽ ἐν τοῖς Μεγαρικοῖς FHG IV 389' '... τὰς καλουμένας, φησίν, Ἀραιὰς ῾μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσἴ γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, ... οἳ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ᾽ Φόρβας καὶ Παρθενία τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος αὐτοῦ ξένους. ἐλθὼν δ᾽ εἰς οἶκον ὡς οὐδὲν εὗρε παρεσκευασμένον αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι᾽ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ: καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: