previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα τοῦ Δημοκρίτου εἰπόντος καὶ πιεῖν αἰτήσαντος ἐν τῷ Σαυρία βομβυλιῷ Οὐλπιανὸς ἔφη: ‘καὶ τίς Σαυρίας οὗτος; καὶ μέλλοντος ἀπεραντολογίας πολλὰς διεξιέναι παρεφάνη πλῆθος οἰκετῶν τὰ πρὸς τὴν ἐδωδὴν εἰσκομίζοντες. περὶ ὧν πάλιν Δημόκριτος κατὰ τὸ ἀκόλουθον ἔφη: ‘ἀεί ποτε ἐγώ, ἄνδρες φίλοι, τεθαύμακα τὸ τῶν δούλων γένος ὥς ἐστιν ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον ἀλλὰ καὶ κατὰ διδασκαλίαν, οὐ τὴν ἐν Δουλοδιδασκάλῳ Φερεκράτους, ἀλλὰ ἐθισθέντες: οὐχ ὡς ἀπειρημένου τοῦ τοιούτου, καθάπερ ἐν Κῷ τῇ νήσῳ, ὅταν τῇ Ἥρᾳ θύωσι: φησὶ γὰρ Μακαρεὺς ἐν τῇ τρίτῃ Κῳακῶν FHG IV 442',' ὅτι ὁπόταν τῇ Ἥρᾳ θύωσιν οἱ Κῷοι οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων: καὶ Ἀντιφάνης δ᾽ ἐν Δυσπράτῳ φησίν II 47 K':'
ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες.
Ἐπικράτης δ᾽ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα II 284 K':'
τί γὰρ
ἔχθιον παῖ παῖ᾽ καλεῖσθαι παρὰ πότον,
καὶ ταῦτ᾽ ἀγενείῳ μειρακυλλίῳ τινί,
<> τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες. δὲ χολᾶν ποιεῖ,
γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
ἡμῶν τι τούτων.
ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: