previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κόλακας δ᾽ εἶναί φησι Φύλαρχος καὶ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Ἀθηναίων ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν FHG I 341'.' χάριν γὰρ ἀποδιδόντας τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ καὶ τοῦ υἱοῦ Ἀντιόχου: καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου σωτῆρος καλοῦσι.
ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα
ἀρέσκειαν προσαγορεύουσιν, ὡς καὶ Ἀναξανδρίδης ἐν Σαμίᾳ II 155 K':'
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ᾽ ἔχει.
οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ II 392 K':'
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ:
οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.
Κλέαρχος δ᾽ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν FHG II 313':' ‘κόλαξ μὲν οὐδείσ᾽, φησί, ‘διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. δ᾽ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι᾽ ὥραν κάλλος.' τῶν δὲ Δημητρίου τοῦ βασιλέως κολάκων οἱ περὶ Ἀδείμαντον τὸν Λαμψακηνὸν νεὼν κατασκευασάμενοι καὶ ἀγάλματα ἱδρυσάμενοι Θριῆσιν ὠνόμασαν Φίλας Ἀφροδίτης καὶ τὸν τόπον Φιλαῖον ἐκάλεσαν ἀπὸ τῆς Δημητρίου [μητρὸς] Φίλας, ὥς φησι Διονύσιος τοῦ Τρύφωνος ἐν τῷ δεκάτῳ περὶ ὀνομάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: