παῖ, τὴν μεγάλην δός, ὑποχέας
φιλίας κυάθους τῶν ... παρόντων τέτταρας,
τοὺς τρεῖς δ᾽ Ἔρωτος προσαποδώσεις ὕστερον:
<ἕν᾽> Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς
καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου
............... φέρε τὸν τρίτον
Φίλας Ἀφροδίτης. χαίρετ᾽, ἄνδρες συμπόται,
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτ᾽ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον,
ἀλλὰ καὶ κατ᾽ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν
Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους
μυριάδας τῶν βαρβάρων φονεύσαντες. Ἄλεξις γοῦν
ἐν Φαρμακοπώλῃ ἢ Κρατεύᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε ῾II
336 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.