previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεόπομπος δ᾽ ἐν ὀκτωκαιδεκάτῃ ἱστοριῶν FHG I 301' 'περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν Περσῶν βασιλέα γράφει καὶ ταῦτα: ‘Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ ταῖς θεραπείαις οὐ μόνον τοὺς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους. πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα τὸν υἱόν: τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθ᾽ ἑκάστην ἡμέραν, ὁπότε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῷ δαίμονι τῷ βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως: ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκ οἶδ᾽ εἴ τις ἕτερος ἥττων.' Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν fr. 100 12 Schn' 'Θεοδώρειον ἀναγράφει, Ἕρμιππος δ᾽ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει. οὗτος δ᾽ ἀνὴρ καὶ περὶ τῆς Ἀττάλου παιδείας συγγέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Πολύβιος δ᾽ ἐν ὀγδόῃ ἱστοριῶν cap. 24' '‘Καύαρος, φησίν, Γαλάτης ὢν τἄλλα ἀγαθὸς ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: