previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν FHG I 317' 'Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλ᾽ οὐκ Ἀρκαδίων Ἀχαιὸς κόλαξ ἦν: περὶ οὗ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ Μακεδονικῶν FHG II 471':' οὗτος δὲ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δ᾽ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται. ἔτυχεν δ᾽ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα: ὃν θεασάμενος Μακεδὼν καὶ προσκαλεσάμενοςμέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων; καὶ ὅς:

ἔς τ᾽ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον.

Φύλαρχος δ᾽ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν FHG I 344' 'γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδ᾽ ἱστορεῖ FHG IV 414':' ‘Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν που τῶν ἄλλων μυιῶν᾽, εἶπεν, ‘αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος.' δ᾽ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων ῾ἀπεῖχεν δ᾽ ἀπ᾽ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν̓ συγγελᾶν. ἐπεὶ δ᾽ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, ‘ὑμῖν᾽, φησί, ‘πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: