previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν: μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὠψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ἴσον ἴσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ᾽ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ᾽ ἐκ Πύργων: πόλις δ᾽ αὕτη Τυρρηνική. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ᾽ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων: περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν II 79 K':'
ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας
εἶναί τι λογοποίημα: πρὸς ἀγορὰν δ᾽ ὅταν
ἔλθω, πεπίστευκ᾽: ἐμβλέπων γὰρ αὐτόθι
τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι:
ὥστ᾽ ἐξ ἀνάγκης ἔστ᾽ ἀποστραφέντι μοι
λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον
ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: