ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲνἌλεξις Δημητρίῳ ἢ Φιλεταίρῳ ῾II 314 K':'
ἥδιστον, ἂν δ᾽ ἀπορῇ τις, ἀθλιώτατον.
ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρ᾽ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν,
θύννεια, νάρκας, καράβους ᾑμωδία.
καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δ᾽ ἀπέτρεχ᾽ εἰς τὰς μεμβράδας.
ἀλλ᾽ αἰσχύνομαιἐν δὲ Τίτθῃ ῾ib. 380':'
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ᾽ ὅμως.
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις.
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι᾽ εἰθισμένοςΚρατῖνος δ᾽ ὁ νεώτερος ἐν Τιτᾶσι ῾II 291 K':'
λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. Β. νοῦν γ᾽ ἔχων:
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
Κόρυδον τὸν χαλκότυπον πεφύλαξο,ὅτι δὲ γέλοια ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν ὁ αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι ῾II 365 K':'
ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηθὲν καταλείψειν,
μηδ᾽ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου, προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
πάνυ τοι βούλομαιἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς ὁ Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ᾽ οὕτως: ‘Εὐκράτης ὁ Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίας ‘ἐνταῦθα᾽, φησίν, ‘δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.'
οὗτος γελᾶσθαι καὶ γέλοι᾽ ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστ᾽ Ἀθηναίων πολύ.