θάησαί μ᾽: ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων:
ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ᾽ ἀμφ᾽ Ἑλένῃ:
καί μ᾽. Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων:
νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
χάλκεός εἰμι τρίπους, Πυθοῖ δ᾽ ἀνάκειμαι ἄγαλμα:
καί μ᾽ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς:
Τυδείδης δ᾽ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.