previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ Ποντιανὸς ἔφη: ‘σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν μὲν χρυσὸς καὶ πάνυ, δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις Σάμιος FHG II 470' 'φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ᾽ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλειῶν μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος Ἡρακλεώτης FHG II 41' 'ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ᾽ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις fr. I M' 'τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε <τὸ> χρυσίον παρὰ τοῖς Ἕλλησι: καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον χαλκοθήκας. Ἡρόδοτός τέ φησι II 151' 'τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς: Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. συληθέντος δ᾽ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν χρυσός, εἰσεκώμασε δὲ καὶ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος pyth. V 1'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: