previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σώφρονες δ᾽ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι: Σκιπίων γοῦν Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους <συν>επήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος fr. 166 H' 'καὶ Ποσειδώνιος FHG III 255',' καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ᾽ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς Βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι p. 247 ed. min. Pet',' τῇ πατρίῳ ἡμῶν γέγραπται φωνῇ. ἀλλ᾽ οὐ Σμινδυρίδης Συβαρίτης τοιοῦτος, Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους: οὗτος δ᾽ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς fr. 33 Koepke' ̔̓τὸ δ᾽ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεταἰ οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ᾽ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ᾽ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ᾽ ἠγείρετο, κατ᾽ ἀμφότερα δυστυχῶν. δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενόν ποτε τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς Νικαεὺς Νικίας ἱστορεῖ ἐν ταῖς Διαδοχαῖς FHG IV 464'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: