previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ταῦτα ἀπαντήσας Λαρήνσιος ἔφη: ‘ἀλλὰ Ῥωμαίων ἕκαστος ῾οἶδας δ᾽ ἀκριβῶς ταῦτα, καλὲ Μασσούριἐ πλείστους ὅσους κεκτημένος οἰκέτας: καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ᾽ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους. καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα: Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, φιλόσοφος καὶ ἀποστάντας φησὶν FHG III 264' 'αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ᾽ ἦν καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο: πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας ῾σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ῥήτωρ ἀπὸ Καλῆς ἀκτῆς᾿: καὶ Σπάρτακος δὲ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ῾ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος᾿ κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ᾽ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτόν: καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς κατὰ τὴν Σικελίαν Εὔνους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: