previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν γὰρ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντος διδαχθῆναί φασιν Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν Διονύσου ὀρθοῦ ἱδρύσασθαι. τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται.
οἶνος γὰρ ἀνώγει
ἠλεός, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι
καί θ᾽ ἁπαλὸν γελάσαι καί τ᾽ ὀρχήσασθαι ἀνῆκεν
καί τε ἔπος προέηκεν ὅπερ τ᾽ ἄρρητον ἄμεινον Od. 14.463'.'
τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾁδοντα μήτε γελῶντα μήτ᾽ ἐρρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεπόμενον: οὐχ οὕτως ἀγροῖκος οὐδ᾽ ἐπαρίστερός ἐστιν, ἀλλ᾽ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα οἶνος ποιεῖ ᾆσαι, ἀλλὰ μάλ᾽ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν: οὐδέ τι γελάσαι μὰ Δί᾽ οὐδ᾽ ὀρχήσασθαι: κοινὸν δ᾽ ἐπ᾽ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει:
καί θ᾽ ἁπαλὸν γελάσαι καί τ᾽ ὀρχήσασθαι ἀνῆκεν.
παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. ὅρα γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ: οἱ δ᾽ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι p. 214a',' προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρ᾽ Ὁμήρῳ:
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός.
τούτων οὖν μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν:

μολπή τ᾽ ὀρχηστύς τε: τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: