previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κἀν ἄλλοις δ᾽ Πλάτων φησὶ apol. p. 21 a' 'Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος: καὶ τὴν ἀνελεῖν μηδένα. κἀν τούτοις δὲ μὴ συμφωνῶν Ξενοφῶν φησι apol. 14':' ‘Χαιρεφῶντος γάρ ποτε ἐπερωτήσαντος ἐν Δελφοῖς ὑπὲρ ἐμοῦ, ἀνεῖλεν Ἀπόλλων <πολλῶν> παρόντων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε δικαιότερον μήτε σωφρονέστερον.' πῶς οὖν εὔλογον πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου θεοῦ ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι, τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. τίς δ᾽ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν τὸν θεὸν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ αὑτοῦ λέγων ὡς οὔκ ἐστι σοφός. ‘βλὰξ γάρ τις ἦν τοιαῦτ᾽ ἐρωτῶν τὸν θεόν,' ὡς ἂν εἰ καὶ τοιαῦτα, τίνα τῶν Ἀττικῶν ἐρίων ἄλλ᾽ ἐστὶ μαλακώτερα, εἰ τῶν ἐν Βάκτροις καμήλων εἰσί τινες δυνατώτεροι, εἰ Σωκράτους ἐστί τις σιμότερος; τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτ᾽ Αἴσωπός ἐστιν λογοποιὸς ἄλλος τις,
πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ;
χλευάζων ἀπεκρίνατο:
εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: