previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ᾽ Εὐθύδημον ἄρξαντος: δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος. ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφ᾽ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. καὶ αὐτὸς δὲ Πλάτων δηλοῖ τὴν συνουσίαν ταύτην πρὸ πολλοῦ γεγονέναι, λέγων οὕτως ἐν τῷ Συμποσίῳ p. 172 c':' "3... εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. ἐγὼ γάρ, ἔφη. πόθεν, ἦν δ᾽ ἐγώ, Γλαύκων; οὐκ οἶσθ᾽ ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε; καὶ προελθών φησιν: ‘ἀλλ᾽ εἰπέ μοι, πότε ἐγένετο συνουσία αὕτη; κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν Ἀγάθων.' ὅτι δὲ πολλὰ Πλάτων παρὰ τοὺς χρόνους ἁμαρτάνει δῆλόν ἐστιν ἐκ πολλῶν. κατὰ γὰρ τὸν εἰπόντα ποιητήν fr. adesp. 86 a B4' '‘ὅττι κεν ἐπ᾽ ἀκαιρίμαν γλῶτταν ἔλθῃ᾽, τοῦτο μὴ διακρίνας γράφει. οὐ γὰρ ἀγράφως τι ἔλεγεν, ἀλλὰ πάνυ ἐσκεμμένως,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: