previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα <τὸ> περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς φιλοσοφία ἣν καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν FHG I 288' 'καὶ Ἕρμιππος Καλλιμάχειος ib. III 41',' εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶνπαρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα: ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσανμὴ παιδὶ μάχαιραν᾽ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ᾽ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατὰ τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. καὶ Ἀθηνίων ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδεμένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν καταφρακτικῶν καλουμένων. συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο .... καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν αὐτούς: καὶ τὰς πύλας .... τριάκοντα καταστήσας ἐφ᾽ ἑκάστης οὔτ᾽ εἰσιέναι τὸν βουλόμενον οὔτ᾽ ἐξιέναι εἴα. ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνήθροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα. ἐξαπέστειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτόν: καὶ ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρεβλώσας. πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσιν: ὧν οἳ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἳ δ᾽ ἐν τοῖς δικαστηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους φέροντος. ἐνειργάσατο δ᾽ ἐν τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς θηρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι τῶν ὅρων τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ: καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις. ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: