previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡμεῖς δὲ νῦν περὶ τῶν Ὁμηρικῶν συμποσίων λέξομεν. ἀφορίζει γὰρ αὐτῶν ποιητὴς χρόνους, πρόσωπα, αἰτίας. τοῦτο δὲ ὀρθῶς ἀπεμάξατο Ξενοφῶν καὶ Πλάτων, οἳ κατ᾽ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφορίζει, οὐ προλέγει οὐδέν. δεῖ οὖν μαντεύσασθαι πῶς ποτ᾽ ἄνθρωπος ἐξαπίνης ἔχων κύλικα προβάλλει ζητήματα καθάπερ ἐν διατριβῇ λέγων. [Ἀριστοτέλης δὲ ἄλουτον καὶ κονιορτοῦ ἥκειν πλήρη τινὰ ἐπὶ τὸ συμπόσιόν φησιν ....] ἔπειθ᾽ μὲν Ὅμηρος ἐκδιδάσκει τίνας κλητέον, εἰπὼν ὡς τοὺς ἀρίστους τε καὶ ἐντίμους χρὴ καλεῖν:

κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.

οὐχ ὃν τρόπον Ἡσίοδος: οὗτος γὰρ ἀξιοῖ καὶ τοὺς γείτονας opp. 341':'
μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει.
τοῦτο γὰρ ὡς ἀληθῶς Βοιωτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισανθρωποτάτῃ τῶν παροιμιῶν ἁρμόττον fr. ad. 67 N':'
τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.
πῶς γὰρ οὐκ ἄλογον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρ᾽ Ὁμήρῳ μετὰ τὸ πιεῖν Il. 7.324':'
τοῖς δ᾽ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,
παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι:
τοῖς δ᾽ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον.
ἔτι δὲ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ ταῖς προαιρέσεσι τοὺς κεκλημένους, Νέστορα καὶ Αἴαντα καὶ Ὀδυσσέα, τὸ μὲν καθόλου σύμπαντας τῆς ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας ἐπ᾽ αὐτήν. δ᾽ Ἐπίκουρος ἅπαντας εἰσήγαγε προφήτας ἀτόμων καὶ ταῦτ᾽ ἔχων παραδείγματα τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνός τε καὶ Ξενοφῶντος χάριν. ὧν μὲν Πλάτων τὸν μὲν Ἐρυξίμαχον ἰατρόν, τὸν δὲ Ἀριστοφάνη ποιητήν, ἄλλον δ᾽ ἀπ᾽ ἄλλης προαιρέσεως σπουδάζοντας εἰσήγαγεν, Ξενοφῶν δὲ καί τινας ἰδιώτας συνανέμιξε. πολλῷ τοίνυν κάλλιον Ὅμηρος ἐποίησε καὶ διάφορα παρατιθέμενος συμπόσια. πᾶν γὰρ ἐξ ἀντιπαραβολῆς ὁρᾶται μᾶλλον. ἐστὶν γὰρ αὐτῷ τὸ μὲν τῶν μνηστήρων οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. τούτοις δ᾽ ἀντέθηκε τὰ μὲν ἐπὶ στρατιᾶς, τὰ δὲ πολιτικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλεν τὰ μὲν δημοθοινίαν ἔχοντα, τὰ δ᾽ οἰκείων σύνοδον. Ἐπίκουρος δὲ συμπόσιον φιλοσόφων μόνων πεποίηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: