previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεὸν ἀνέφερε, καὶ στεφάνοις ἐχρῶντο τοῖς οἰκείοις τῶν θεῶν καὶ ὕμνοις καὶ ᾠδαῖς. καὶ δοῦλος οὐδεὶς ἦν διακονήσων, ἀλλ᾽ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὑπάρχων καὶ ἐν αὐτοῖς τοῖς γάμοις. παρὰ δὲ τῇ καλῇ Σαπφοῖ fr. 51 B' 'καὶ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. καὶ τἄλλα δὲ πάντα παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. καὶ οἱ δειπνήσαντες ἀπελύοντο φωτὸς ὄντος. ἐν ἐνίοις δὲ καὶ τῶν Περσικῶν συμποσίων ἐγίνοντό τινες καὶ βουλαί, καθάπερ ἐν τῷ τοῦ Ἀγαμέμνονος κατὰ τὴν στρατείαν. τὸ δὲ τοῦ Ἀλκινόου συμπόσιον, πρὸς ἀποτέταται <> τοῦ Ὀδυσσέως λόγος:

οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ,

ξένου ὑποδοχὴν ἔχει, ὄντων καὶ αὐτῶν τῶν Φαιάκων τρυφερῶν. ὅπερ συμβάλλων τις πρὸς τὰ τῶν φιλοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχον καὶ ἱλαρότητα καὶ παιδιὰν εὐσχήμονα. μετὰ γὰρ τὸν ἀγῶνα τὸν γυμνικὸν ᾁδει ᾠδὸς Od. 8.267' '‘ἀμφ᾽ Ἄρεος φιλότητα᾽ μῦθόν τινα χλεύῃ κεκραμένον, καίτοι εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων τῷ Ὀδυσσεῖ, ὡς [τοῦ Ἡφαίστου καὶ] τοῦ Κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρη καταγωνισαμένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
    • Homer, Odyssey, 9.5
    • Homer, Odyssey, 8.267
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: