previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διδάσκει δ᾽ ἡμᾶς Ὅμηρος ὅτι δεῖ καὶ τοὺς κεκλημένους ἐφ᾽ ἑστίασιν παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας. μὲν Τηλέμαχος τὸν Μενέλαον:

ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας, ὄφρα καὶ ἤδη
ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες.

δὲ προσποιουμένη Μέντωρ εἶναι Ἀθηνᾶ πρὸς τὸν Νέστορα:

ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεδα: τοῖο γὰρ ὥρη.

ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ᾽ ὅσιον εἶναι δοκεῖ πλείω χρόνον παραμένειν. γνωμικῶς γοῦν φησιν παρὰ τῷ Ὁμήρῳ Ἀθηνᾶ:

ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικε
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.

καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος ἀπιέναι. καὶ παρ᾽ Αἰγυπτίοις δὲ τὸ παλαιὸν σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος, καθάπερ εἴρηκεν Ἀπολλώνιος περὶ τούτων γεγραφώς. καθήμενοι μὲν γὰρ ἐδείπνουν, τροφῇ τῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν Πίνδαρος αἰτεῖται παρὰ τοῦ Διός fr. 155':'
τί ἔρδων φίλος
σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις
Εὐθυμίᾳ τε μέλων <κεν> εἴην,
τοῦτ᾽ αἴτημί σε.
τὸ δὲ Πλάτωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, οὐ βουλευτήριον, οὐ λέσχη φιλοσόφων. Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ᾽ ἐγρήγορε μετ᾽ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατοςκαλῶς γάρ τις Chamael. XI 461 c' 'τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασεπίνει τ᾽ ἐκ τῆς φιάλης ἐπιδέξια. φησὶ δὲ καὶ μετὰ τοῦτο τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνη, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγάθωνα: καὶ τὸν Σωκράτη κατακοιμήσαντα ἐκείνους ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἐξόν, φησὶν Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας Od. 10.84','
ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references from this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: