previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀχαιὸς δ᾽ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι τῷ σατυρικῷ καρυκκοποιοὺς καλεῖ τοὺς Δελφοὺς διὰ τούτων p. 581 N':'
καρυκκοποιοὺς προσβλέπων βδελύττομαι,
παρόσον τὰ ἱερεῖα περιτέμνοντες δῆλον ὡς ἐμαγείρευον αὐτὰ καὶ ἐκαρύκκευον. εἰς ταῦτα δὲ ἀποβλέπων καὶ Ἀριστοφάνης ἔφη I 560 K':'
ἀλλ᾽ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.
κἀν τοῖς ἑξῆς δ᾽ Ἀχαιός φησιν:
τίς ὑποκεκρυμμένος μένει,
σαραβάκων κοπίδων συνομώνυμε;
ἐπισκώπτουσι γὰρ οἱ Σάτυροι τοὺς Δελφοὺς ὡς περὶ τὰς θυσίας καὶ τὰς θοίνας διατρίβοντας. Σῆμος δ᾽ ἐν δ# Δηλιάδος FHG IV 493' '‘Δελφοῖς, φησί, παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἅλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.' Ἀριστοτέλης δ᾽ p. 561 R' ' Θεόφραστος ἐν τοῖς ὑπομνήμασι περὶ Μαγνήτων λέγων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι τὰς αὐτὰς ἐπιτελοῦντας αὐτοὺς ποιεῖ χρείας τοῖς παραγιγνομένοις τῶν ξένων, λέγων οὕτως: ‘Μάγνητες οἱ ἐπὶ τῷ Μαιάνδρῳ ποταμῷ κατοικοῦντες ἱεροὶ τοῦ θεοῦ, Δελφῶν ἄποικοι, παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας, ἔλαιον, ὄξος, ἔτι λύχνον, κλίνας, στρώματα, τραπέζας. Δημήτριος δ᾽ Σκήψιος ἐν ἑκκαιδεκάτῳ Τρωικοῦ διακόσμου fr. 10 Gaede' 'ἐν τῇ Λακωνικῇ φησιν ἐπὶ τῆς ὁδοῦ τῆς καλουμένης Ὑακινθίδος ἱδρῦσθαι ἥρωας Μάττωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φιδιτίοις ποιούντων τε τὰς μάζας καὶ κεραννύντων τὸν οἶνον διακόνων. δ᾽ αὐτὸς ἱστορεῖ κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείας fr. 14' 'Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον fr. 18 B'.' κἀν Κύπρῳ δέ φησι τιμᾶσθαι Ἡγήσανδρος Δελφὸς FHG IV 419' 'Δία Εἰλαπιναστήν τε καὶ Σπλαγχνοτόμον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: