previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κἂν ταῦτα ποιῆθ᾽, ὥσπερ φράζω,
λαμπροῖς δείπνοις δεξόμεθ᾽ ὑμᾶς,
οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
τοῖς ἐν Θρᾴκῃ: καίτοι φασὶν
βουβαυκαλόσαυλα γενέσθαι:
κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
στρώμαθ᾽ ἁλουργῆ μέχρι τῆς ἄρκτου:
δειπνεῖν δ᾽ ἄνδρας βουτυροφάγους,
αὐχμηροκόμας μυριοπληθεῖς:
τοὺς δὲ λέβητας χαλκοῦς εἶναι
μείζους λάκκων δωδεκακλίνων:
αὐτὸν δὲ Κότυν περιεζῶσθαι
ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ
καὶ γευόμενον τῶν κρατήρων
πρότερον μεθύειν τῶν πινόντων.
αὐλεῖν δ᾽ αὐτοῖς Ἀντιγενείδαν,
Ἀργᾶν δ᾽ ᾁδειν καὶ κιθαρίζειν
Κηφισόδοτον τὸν Ἀχαρνῆθεν:
μέλπειν δ᾽ ᾠδαῖς
τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
τοτὲ δ᾽ αὖ Θήβας τὰς ἑπταπύλους, τὰς ἁρμονίας μεταβάλλοντας, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τ᾽ ἀγέλην χρυσοῦν τε σάκος .... φιάλην τε λεπαστὴν χιόνος τε πρόχουν κέρχνων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην. ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ᾽ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ λιβάνου τε πνοαί, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυῶν, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,
μύραιν᾽ ἑφθή, κωβιοὶ ἑφθοί,
θυννίδες ὀπταί, φυκίδες ἑφθαί,
βάτραχοι, πέρκαι,
συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι,
ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
κνῆκος, ἐλᾶαι, στέμφυλ᾽, ἄμητες,
πράσα, γήτειον, κρόμμυα, φυστή,
βολβοί, καυλοί, σίλφιον, ὄξος,
μάραθ᾽, ᾠά, φακῆ, τέττιγες, ὀποί,
κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
πίνναι, λεπάδες, μύες, ὄστρεια,
κτένες, ὄρκυνες: καὶ πρὸς τούτοις
ὀρνιθαρίων ἄφατον πλῆθος,
νηττῶν, φαττῶν: χῆνες, στρουθοί,
κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
πελεκάν, κίγκλοι, γέρανοςΒ. τουδὶ
τοῦ χάσκοντος διατειναμένη
διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
διακόψειεν τὸ μέτωπον.
Α. οἶνοι δέ σοι, λευκός,
γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: