previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πυθοδήλου δέ τινος ἀσώτου μνημονεύει Ἀξιόνικος ἐν Τυρρηνῷ οὕτως II 412 K':'
Πυθόδηλος οὑτοσὶ
Βαλλίων προσέρχετ᾽ ἐπικαλούμενος,
μεθύουσά τ᾽ ἐξόπισθεν σοφωτάτη
Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.
Πολύευκτον δ᾽ Ἀναξανδρίδης ἐν Τηρεῖ κωμῳδῶν II 156 K':'
ὄρνις κεκλήσῃ ῾φησἴ. Β. διὰ τί, πρὸς τῆς Ἑστίας;
πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν,
ὥσπερ Πολύευκτος καλός; Α. οὐ δῆτ᾽, ἀλλ᾽ ὅτι
ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
Θεόπομπος δ᾽ ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν FHG I 293',' ἀφ᾽ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ἐστι τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, ... Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. τῇ λέξει δὲ ταύτῃ ἐχρήσατο: ‘καὶ τοσοῦτον ἀσωτίᾳ καὶ πλεονεξίᾳ διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατετέλεκε. Καλλίστρατος δέ, φησίν, Καλλικράτους <> δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτικῶν πραγμάτων [ἦν] ἐπιμελής.' περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῇ δευτέρα <καὶ> πεντηκοστῇ τῶν ἱστοριῶν ib. 322' 'γράφει οὕτως: ‘ πόλις τῶν Ταραντίνων σχεδὸν καθ᾽ ἕκαστον μῆνα βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ᾽ ἤδη βιῶναι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: